Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.9 Dem. 22.11 (English) >>Dem. 22.14

22.10πρὸς τοίνυν τούτοις ἔστιν Μειδίου κατηγοροῦντος τῆς βουλῆς καὶ ἄλλων τινῶν, ἀναπηδῶντες οἱ βουλευταὶ ἐδέοντο μὴ σφᾶς ἀφελέσθαι τὴν δωρειάν. καὶ ταῦτʼ οὐ παρʼ ἐμοῦ δεῖ πυθέσθαι τοὺς δικάζοντας ὑμᾶς, ἀλλʼ αὐτοὶ παρόντες ἴστʼ ἐν τῷ δήμῳ γενόμενα. ὥσθʼ ὅταν μὲν μὴ φῇ τὴν βουλὴν αἰτεῖν, ταῦθʼ ὑπολαμβάνετε· ὅτι δʼ οὐδὲ τὸν δῆμον ἐᾷ διδόναι μὴ ποιησαμένοις τὰς ναῦς νόμος, καὶ τοῦτʼ ἐπιδείξω. 22.11διὰ ταῦτα γάρ, ἄνδρες Ἀθηναῖοι, τοῦτον ἔχει τὸν τρόπον νόμος, μὴ ἐξεῖναι τῇ βουλῇ μὴ ποιησαμένῃ τὰς τριήρεις αἰτῆσαι τὴν δωρειάν, ἵνα μηδὲ πεισθῆναι μηδʼ ἐξαπατηθῆναι γένοιτʼ ἐπὶ τῷ δήμῳ. οὐ γὰρ ᾤετο δεῖν τιθεὶς τὸν νόμον ἐπὶ τῇ τῶν λεγόντων δυνάμει τὸ πρᾶγμα καταστῆσαι, ἀλλʼ δίκαιον ἦν εὑρεῖν ἅμα καὶ συμφέρον τῷ δήμῳ, νόμῳ τετάχθαι. τὰς τριήρεις οὐ πεποίησαι; μὴ τοίνυν αἴτει τὴν δωρειάν. ὅπου δʼ αἰτεῖν οὐκ ἐᾷ, πῶς οὐ σφόδρα δοῦναί γε κωλύει;

22.12ἄξιον τοίνυν, ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο ἐξετάσαι, τί δήποτε, ἂν τἄλλα πάνθʼ βουλὴ καλῶς βουλεύσῃ καὶ μηδεὶς ἔχῃ μηδὲν ἐγκαλέσαι, τὰς δὲ τριήρεις μὴ ποιήσηται, τὴν δωρειὰν οὐκ ἔξεστιν αἰτῆσαι. εὑρήσετε γὰρ τοῦτο τὸ ἰσχυρὸν ὑπὲρ τοῦ δήμου κείμενον. οἶμαι γὰρ ἂν μηδένʼ ἀντειπεῖν ὡς οὐχ, ὅσα πώποτε τῇ πόλει γέγονʼ νῦν ἔστʼ ἀγάθʼ θάτερα, ἵνα μηδὲν εἴπω φλαῦρον, ἐκ τῆς τῶν τριήρων τὰ μὲν κτήσεως, τὰ δʼ ἀπουσίας γέγονεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.9 Dem. 22.11 (English) >>Dem. 22.14

Powered by PhiloLogic